호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τιν ἐστί.? τὸν γὰρ οἶνον τὸν νέον πολλὴ στ ἀνάγκη καὶ τὸν ἄνδρ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ, ἀπανθήσαντα δὲ σκληρὸν γενέσθαι, παρακμάσαντα δ ὧν λέγω τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν ἡδὺν θ ἅπασι τοὐπίλοιπον διατελεῖν. κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν οἶνός ξ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ ἂν ἐς ἄνδρας ἔλθῃ: κυμαίνει δ οἱᾶ Λίβυσσαν ἅλα βορρῆς ἠὲ νότος :
τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν ἐκ δ ἀνδρῶν πάντ ἐτίναξε νόον. ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις: οὐδὲν. . ἐοίκ ἄνθρωπος οἴνῳ τὴν φύσιν, ὁ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν. ὁ μὲν δάκνει γάρ, ὁ δ ἱλαροὺς ἡμᾶς ποιεῖ. Πανύασις δὲ λέγει: οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε, ἐν δὲ χοροιτυπίης, ἐν δ ἱμερτῆς φιλότητος. τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων. καὶ πάλιν οἶνος δὲ θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός: ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ ὀρχησμοί, πᾶσαι δ ἐραταὶ φιλότητες.
πάσας δ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει πινόμενος κατὰ μέτρον ὑπὲρ μέτρον δὲ χερείων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기