- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 2

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 2)

οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.? ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής, ὅστις ἂν εἰή. Δίφιλος δ ὁ κωμικός φησιν ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθ, ὡς ἡδύς τις εἶ: ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν τὸν τ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν. : . ὁ δὲ Κυθήριος Φιλόξενος λέγει: "εὐρείτας οἶνος πάμφωνος. Χαιρήμων δὲ ὁ τραγῳδὸς παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν. Ιὤν δ ὁ Χῖός φησιν ἄδαμνον παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, .

. ἀνθρώπων πρύτανιν. - ὁ Μνησίθεος δ ἔφη τὸν οἶνον τοὺς θεοὺς θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις ἀγαθὸν μέγιστον, τοῖς δ ἀτάκτως τοὔμπαλιν, τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν εἰς τὴν ἰατρικήν τε χρησιμώτατον καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει. ἐν ταῖς συνουσίαις τε ταῖς καθ ἡμέραν τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον εὐθυμίαν ἐὰν δ ὑπερβάλῃς, ὕβριν ἐὰν δ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ:

ἐὰν δ ἄκρατον, παράλυσιν τῶν σωμάτων, διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ ἰατρόν.

ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION