- 텍스트

Arrian, Anabasis, book 4, chapter 21 10:

(아리아노스, Anabasis, book 4, chapter 21 10:)

Ξυνέβη δὲ χειμῶνί τε κακοπαθῆσαι αὐτῷ τὴν στρατιὰν πολλῆς χιόνος ἐπιπεσούσης ἐν τῇ πολιορκίᾳ καὶ ἅμα ἀπορίᾳ τῶν ἐπιτηδείων ἐπιέσθησαν.? ἀλλὰ Χοριήνης ἐς δίμηνον σιτία ἔφη δώσειν τῇ στρατιᾷ καὶ ἔδωκεν σῖτόν τε καὶ οἶνον τῶν ἐν τῇ πέτρᾳ ἀποθέτων κρέα τε ταριχηρὰ κατὰ σκηνήν. καὶ ταῦτα δοὺς οὐκ ἔφασκεν ἀναλῶσαι τῶν παρεσκευασμένων ἐς τὴν πολιορκίαν οὐδὲ τὴν δεκάτην μοῖραν. ἔνθεν ἐν τιμῇ μᾶλλον τῷ Ἀλεξάνδρῳ ἦν ὡς οὐ πρὸς βίαν μᾶλλον ἢ κατὰ γνώμην ἐνδοὺς τὴν πέτραν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION