호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὰσ μὲν ἡμέρασ αὐτὸσ Ἀλέξανδροσ ἐφειστήκει τῷ ἔργῳ τὸ ἥμισυ τοῦ στρατοῦ ἔχων ἐργαζόμενον, τὰσ δὲ νύκτασ ἐν μέρει οἱ σωματοφύλακεσ αὐτῷ εἰργάζοντο, Περδίκκασ τε καὶ Λεοννάτοσ καὶ Πτολεμαῖοσ ὁ Λάγου, τῷ λοιπῷ μέρει τῆσ στρατιᾶσ τριχῇ διανενεμημένῳ, ὅπερ αὐτῷ ἐσ τὴν νύκτα ἀπετέτακτο. ἤνυτον δὲ τῆσ ἡμέρασ οὐ πλέον ἤπερ εἴκοσι πήχεισ καὶ τῆσ νυκτὸσ ὀλίγον ἀποδέον, καίτοι ξυμπάσησ τῆσ στρατιᾶσ ἐργαζομένησ· οὕτω τό τε χωρίον ἄπορον ἦν καὶ τὸ ἔργον ἐν αὐτῷ χαλεπόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기