- 텍스트

Arrian, Anabasis, book 4, chapter 8 9:

(아리아노스, Anabasis, book 4, chapter 8 9:)

Ἀριστόβουλος βουλος δὲ ὅθεν μὲν ἡ παροινία ὡρμήθη οὐ λέγει, Κλείτου δὲ γενέσθαι μόνου τὴν ἁμαρτίαν, ὅν γε ὠργισμένου Ἀλεξάνδρου καὶ ἀναπηδήσαντος ἐπ᾿ αὐτὸν ὡς διαχρησομένου ἀπαχθῆναι μὲν διὰ θυρῶν ἔξω ὑπὲρ τὸ τεῖχός τε καὶ τὴν τάφρον τῆς ἄκρας, ἵνα ἐγίνετο, πρὸς Πτολεμαίου τοῦ Λάγου τοῦ σωματοφύλακος:? οὐ καρτερήσαντα δὲ ἀναστρέψαι αὖθις καὶ περιπετῆ Ἀλεξάνδρῳ γενέσθαι Κλεῖτον ἀνακαλοῦντι, καὶ φάναι ὅτι: οὗτός τοι ἐγὼ ὁ Κλεῖτος, ὦ Ἀλέξανδρε: καὶ ἐν τούτῳ πληγέντα τῇ σαρίσσῃ ἀποθανεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION