호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν εἰ μὲν, ὅθ’ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίασ ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰσ ἡμᾶσ ἔδρασεν ἐζήτησε πλέον, ἀλλ’ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινοσ ἄξιοσ γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντασ ἡμᾶσ καὶ τὰσ ὑπερφυεῖσ αὐτοῦ πράξεισ ὥσπερ ἔμψυχόν τινα νομίσαντασ στήλην φιλοτιμότατα νῦν τῷ ’κείνου χρῆσθαι παιδὶ, καὶ πρὸσ αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείασ, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντεσ, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶσ οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρ’ ἐκείνου βεβαίαν καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτ’ εἰσ παλινῳδίαν τετράφθαι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기