호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἰάσαν οἱ θεοὶ, ἀλλ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν παρεσκεύασαν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기