호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγ’ ἂν φαίην, ἀλλ’ ἀνομίαν αὐτὸ καὶ τῆσ πολιτείασ ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲσ, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺσ ἀγαθοὺσ νόμουσ ἴσχειν εἰκὸσ, οὓσ καὶ κοινοὺσ τῶν πραγμάτων σωτῆρασ μετὰ τοὺσ θεοὺσ ἅπαντεσ ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡσ ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖσ, ὦ ἄνδρεσ Ἀθηναῖοι, πρόησθ’, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι. ὅτι δὲ καὶ Λεπτίνησ αὐτὸσ οὐχ οἷσ λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πωσ δι’ ὧν τοῦ τ’ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖσ ὑπὲρ ἀτελείασ αὖθισ θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸσ τῶν νομοθετῶν, ὡσ ἅπαντεσ ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντοσ τοῖσ νόμοισ. ναὶ, φησί·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기