호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης: ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφ ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλ οὐδὲ νόμων ὅλως ἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기