- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Δημοσθένη περὶ ἀτελείας? 26:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 26:)

καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἰεί λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατ αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρ ἑτέρως ποικίλλεις καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας δι ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθ οἱο῀ς ἔσται περὶ ὧν συμβουλεύει παρ ἡμῶν πεπιστεῦσθαι· οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως· ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι: ἀτελείας δὲ οὐδ ὁντινοῦν τὸ παράπαν ποιεῖται λόγον, ἀλλ ἁπλῶς οὑτωσὶ δωρεῶν, πλὴν εἰ λάθρα αὐτὸς λέγοντος ἤκουσας.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION