- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Δημοσθένη περὶ ἀτελείας? 10:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 10:)

ἀλλ οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδ ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἡρ´ως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δ ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλ ἢ σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτ αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτ ἔστ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ δι ὧν ἔφην ὑπηρετεῖσθαι. οὐ μὴν ἀλλ εἰ καὶ μηδ εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθ ἕτερος ἀποδόσεως τρόπος, ἀλλ εἰς ἀτέλειαν πάντ ἦγε, καὶ τοῦτ ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχ ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δ ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδ οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτ ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατ αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι: ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστ αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδ ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας ταῦτ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION