호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτ ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς δι αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν: τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτ εἰ καί τινες λειτουργοῦντες ἔσονται: οὗτοι δ ἂν εἰε῀ν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι: ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γ, εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα: πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς· καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν· καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων· καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι· ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατ ἄμφω, οἱ δ ἀπὸ μέρους ᾠήθημεν δεῖν. τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλ ὧν ἐμοῦ λέγοντος ἠκούσατ ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτ εἰσαῦθις ἂν ταῦτ ἔχειν ἐξεῖναι, τοῦτ οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτεία διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기