호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
- ἀλλ ὅτι καὶ μεγίστη τις ἐντεῦθεν γένοιτ ἂν τοῖς πράγμασι βλάβη, εἰ τοῦθ ἑξῆς διὰ πάντων χωρήσει. νῦν δὲ οἷς τὰ τοιαῦτα συνηγορεῖ, καὶ οἷς πλείω τούτων ἢ πάντων ὧν πώποτ εἶπεν ἢ συνεβούλευσε λόγον ποιεῖται, δυοῖν θάτερον λογίζεσθαι δίδωσιν, ἢ κεῖνα μὴ καλῶς εἰρηκέναι ἢ ταῦτ οὐκ ὀρθῶς ἐψηφίσθαι: μᾶλλον δὲ εἰ μὲν ὀρθῶς ταῦτ ἔχει, κόμπος ἐκεῖνα καὶ οὐδὲν ὑγιὲς, εἰ δ ἐκ τῶν ἔργων ἐκείνοις ἡ πίστις, καὶ οὐδ ἂν εἷς ἐξ ὧν, ὦ Δημόσθενες, ἔπραξας φήσαι μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι, εὔδηλον πάντως ὡς ἔξω λόγου τὰ τοιαῦτ ἐσπουδάκεις, καὶ πρὶν ὑφ ὁτουοῦν ἐληλέγχθαι, κατ αὐτὸς σαυτοῦ ταυτηνὶ φέρεις τὴν ψῆφον. ἐγὼ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ οὕτω δεινὸν εἶναι τοῦτον ἠξίουν ὡς τοῦ βούλεσθαί τισιν ἕνεκα καταθέσθαι χάριν τῇ πόλει λυμαίνεσθαι, μηδὲ τῶν πρὸς ταύτην δικαίων μείζω τὰ τούτων ποιεῖσθαι, μηδὲ βοηθεῖν τούτοις οἰόμενον δεῖν ἔπειτ αὐτῇ πολεμεῖν, ἀλλ ὃ μέλλει κοινῇ συνοίσειν, τοῦθ ὡς ἔθος αὐτῷ καὶ διανοεῖσθαι καὶ πράττειν ἀεί. ὅπου γὰρ καὶ τῶν ὡς ἀληθῶς ἡμῖν συμφερόντων ἔσθ ὅτε, μᾶλλον δ ἐν τῷ καθάπαξ, δι αὐτὴν ταύτην ὑπερορῶμεν, πῶς οὐκ ἀλογία σαφὴς ἑτέρῳ τῳ κατ αὐτῆς χαρίζεσθαι· ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτ ἤδη πράττειν αἱρεῖσθαι, ὥσθ ὅσον πρόσθεν χρηστὸς ἦν καὶ δημοτικὸς καὶ τῆς πολιτείας ἀκριβὴς σπουδαστὴς, τοσοῦτον νῦν ἐξέστη τῆς ὑποθέσεως, καὶ τοὐναντίον ἢ πρόσθεν τοῖς πράγμασι χρῆται: οὐχ ἃ τῇ πόλει συμφέρει, ἀλλ ἃ τῷ Χαβρίου παιδὶ, ἢ εἰ βούλεσθε, οἷ αὐτῷ - τὴν γὰρ δὴ τούτου μητέρα μετὰ τὴν ἐκείνου τελευτὴν αὐτὸς γεγαμήκει - ταῦθ ἡμᾶς πείθειν ἐθέλων, μονονουχὶ ταῦτ ἐν τούτοις βοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντ ἐμοὶ πρὸς τὸ γένος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기