- 텍스트

Aristides, Aelius, Orationes, Πρεσβευτικὸς πρὸς Ἀχιλλέα? 13:

(아리스티데스, 아일리오스, 연설, Πρεσβευτικὸς πρὸς Ἀχιλλέα 13:)

ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνομένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι: ὃς τὰ μὲν ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι· σὲ δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι. πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δ ἀληθὲς αὐτὸν ὀρρωδεῖν. ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί· τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην· οὐκ ἀναστήσει πρὸς θεῶν· οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖται ζημίαν θήσει· οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀργισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάντων τούτων αἰτίους· εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυθοῖ συνέβη δυσχερές· ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰακοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτ ἦλθε τὰ τῶν Ἑλλήνων πράγματα. σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλλιστα: μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραίρεις τῷ σχήματι. ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δ ἔργῳ βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς. κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδόξειε· τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρίσεις ἀποκρινούμεθα· καραδοκοῦσι δὲ δή που πάντες, εἰ ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται. τί χρὴ πρὸς αὐτοὺς λέγειν· ἀπόκριναι: σπεῖσον μεθ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὡρ´αν, νύκτα ταύτην, ἢ καὶ ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἡρ´ωας τοὺς κοινοὺς τῶν Ἑλλήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρβάροις ἅμα τῷ ἡλίῳ.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION