호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθήσεται. εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις. πολὺ γὰρ μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων. ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων καὶ μεθ ὧν ὤφθης πρῶτον αὐτοῖς· ἐπεὶ νῦν εἴ σοι δέδοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσβαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς· ὅτι νὴ Δία οὐκ ἀνεκτὰ ταῦτα οὐδ ὅσια· τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια. ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα. ὥστε διπλοῦν ἀνθ ἁπλοῦ τοὔνειδος γίγνεται: καὶ γὰρ μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην. μὴ σύ γε, ἀλλ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον: εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλ ἴσθι τοσούτῳ χείρω νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον. σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ τὰ πράγματα ἀπολλὺς κάθησαι: ἔπειτα δ εἰ μὴ σιδήρῳ τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθ ἡγεῖ τι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기