호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχ ἡμάρτανον· ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτ ἀληθῆ λέγουσιν οὔτ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι· ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τιν ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται: ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기