- 텍스트

Aristides, Aelius, Orationes, Περὶ τοῦ παραφθέγματος? 30:

(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 30:)

δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἱᾶ δράσει, μὴ ὅτι μασσῶν. εἰ δ ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἱό῀ς τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆς ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα· σὺ δ ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα: ἐκείνων δ οὐκ ἤκουσαις ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται, ὁ δ ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει μετά τ ἤθεα καὶ νομὸν ἵππων. ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφ ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπ ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὡρ´α σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δ ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION