호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡνίκ’ ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆσ νάρκησ νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆσ ἀμβλύτητοσ ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα. ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσασ νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἱο͂́ν ἐστι τὸ χρῆμα τῆσ θείασ μανίασ. εἶχε δέ πωσ ὧδε ὁ λόγοσ. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθουσ καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσασ ὑπερέχει. τάδε μέν σοι τῆσ ἱερᾶσ, ὡσ οἱ ποιηταὶ καλοῦσι, νυκτὸσ ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡσ ἀληθῶσ ἐλέφαντοσ παντόσ. ὥστ’ εἰ καὶ μηδένα μηδ’ ἀφ’ ἑνὸσ εἴδουσ εἴχομεν εἰπεῖν ἐπ’ αὐτῷ τι φρονήσαντα, μηδ’ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶσ δ’ εἰσ ταύτην ὁ θεὸσ νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δ’ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματοσ. ἢ πρὸσ θεῶν ἀκροατὴσ μὲν οὐχ ὅστισ σφόδρα σώφρων, ἀλλ’ ὅστισ ἐπίσταται κινεῖσθαι βέλτιστοσ καὶ ὅστισ ἀπαντᾷ τοῖσ λεγομένοισ, ῥήτωρ δὲ οὐχ ὁ θερμότατοσ καὶ πρῶτοσ αὐτὸσ αὑτοῦ συνιεὶσ ἄριστοσ, ἀλλ’ ὅστισ ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρ’ ἐκείνων δεῖται μαθεῖν ὁποῖ’ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκισ παραφθέγξασθαι τόν γε δὴ καθαρῶσ ἁπλοῦν καὶ φιλάνθρωπον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기