호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρᾷς ὡς εὐχόμενος μεταξὺ οὐ κατέσχεν ἑαυτὸν, ἀλλὰ κἀνταῦθα ἐσεμνολογήσατο. καίτοι τίς ἂν ἦν τυχὼν τῶν ἐκ τῆς εὐχῆς· ὃς εὐθὺς ἀρχόμενος τῆς εὐχῆς τοσοῦτον ἐφ αὑτῷ φρονεῖ εἰπὼν εἰς αὑτόν· μυρίους τοίνυν ἑτέρους ἔχων εἰπεῖν οὐδὲ πολλοῦ τινος ἀξίους ἀνθρώπους ἐπαρθέντας ἐφ αὑτοῖς φρονῆσαι, ἐξεπίτηδες παραλείπω, δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἰή τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς. ἀλλὰ τήν γε τοῦ Σιμωνίδου σωφροσύνην οἶσθα, εἰ δὲ μὴ, ἀλλ ἕτεροι ἴσασιν, ὡς ἕν τι τῶν ἀγαθῶν ἐστι τῶν ἐκείνου τὸ γνωριμώτατον σχεδὸν καὶ περὶ τὴν ποίησιν καὶ περὶ αὐτὸν τὸν βίον. οὗτος τοίνυν ἁνὴρ φανεῖταί σοι καὶ αὐτὸς μειρακιευόμενος καὶ τὸ λεγόμενον δὴ τοῦτο ἐπὶ γήραος οὐδῷ γευόμενος τῆς ἀλαζονίας. ἐτόλμησε γοῦν εἰπεῖν μνήμῃ δ οὔτινα φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν. ταυτὶ γὰρ οὐχ ἕτερος δή που περὶ τοῦ Σιμωνίδου λέγει, ἀλλ αὐτὸς εἰς ἑαυτὸν πεποίηκεν. ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος, ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν: ὥστε οὐ μειρακιεύομαι, ἀλλὰ τἀληθὲς εἴρηκα. τὸ δὲ πάντων μέγιστον, καὶ γὰρ Σιμωνίδης καὶ Πίνδαρος ἀμφότεροι φανοῦνται σφίσιν αὐτοῖς ἐπινίκους πεποιηκότες ἐκ τοῦ εὐθέος ὥσπερ ἄλλοις τισίν. οὐ γάρ πώ σε ἤνεγκεν ἡ γῆ, ἀλλ ἔτι τοῖς ἐλευθέροις ἦν ἄδεια τῶν τοιούτων. ἐπιτιμήσαις δ ἂν οὕτω καὶ τοῖς ἀθληταῖς αὐτοῖς τοῖς τοὺς ἐπινίκους παρὰ τῶν ποιητῶν λαμβάνουσι. καὶ γὰρ οὗτοι τρόπον τινὰ ἑαυτοὺς ἐγκωμιάζουσι, παρακαλοῦντές τε τοὺς ποιητὰς καὶ διδόντες ἀργύριον, καὶ τελευτῶντες παραλαβόντες τὸν ἐπίνικον, ᾄδοντες ἑαυτοὺς ὑπ αὐλοῦ καὶ χοροῦ. κατηγορήσαις δ ἂν ἀλαζονίαν καὶ τῶν τὰ τρόπαια ἱστάντων, ὡς ἐοίκεν. ἔξεστι γοῦν καὶ πρὸς τούτους λέγειν, ἄνθρωποι, τί ζητεῖτε· ἐξαρκεῖ νενικηκέναι. τί δέ σοι βούλεται τὸ παράγραμμα· Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기