호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπ ἀνθρώπων εἶναι, ταῦτ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτ εἰς τὸ κοινὸν ἀπειλεῖ γνώσετ ἔπειθ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων, ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι: καὶ τἀπὶ τούτοις, εἰ δ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες, σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, πάντες δ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: ἀλλ οὐκ ἄν μ ἐρύσαιτ ἐξ οὐρανόθεν πεδίονδε Ζῆν ὕπατον μήστωρ, οὐδ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλ ὅτε κεν καὶ γὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμ αὐτῇ τε θαλάσσῃ: τόσσον ἐγὼ περί τ εἰμὶ θεῶν περί τ εἴμ ἀνθρώπων: καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως· καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί· οὐ γὰρ τοῦτ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται. ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν οὐδ ἐκεῖνό γ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기