- 텍스트

Aristides, Aelius, Orationes, Περὶ τοῦ παραφθέγματος? 2:

(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 2:)

τοσοῦτον δ ἡμῖν εἰπὲ, πότερον συγχωρεῖς μὲν ποιεῖν αὐτοὺς, γιγνώσκειν δ οὐκ ἐπιτρέπεις περὶ αὐτῶν τούτων ἅ τις ποιεῖ: καὶ τί γένοιτ ἂν χάριεν τοῦ ποιοῦντος μὲν, οὐ γιγνώσκοντος δὲ ὃ ποιεῖ· ἆρ οὖν γιγνώσκειν μέν ἐστι περὶ τῶν πραγμάτων, φρονεῖν δὲ ὑπὲρ ὧν γιγνώσκει τις οὐκ ἔστιν· ἀλλὰ μὴν τοῦτό γε αἴνιγμα καὶ πέρα γε ἴσως αἰνίγματος ἂν εἰή. οὐκοῦν περὶ ὧν φρονεῖν, περὶ τούτων καὶ λέγειν φασὶ δεῖν οἱ σοφοὶ, εἰ μή τι σὺ κἀνταῦθα ἕτερον λέγεις. σκόπει τοίνυν ὡς τὸ πᾶν ὡμολόγηκας ἓν τὸ πρῶτον δούς. εἰ γὰρ ἓν μὲν τῶν καλῶν κατ αὐτόν σε τὸ τοὺς λόγους ποιεῖν, ποιεῖν δὲ ἀμήχανον καλῶς ὁτιοῦν μὴ γιγνώσκοντα περὶ αὐτοῦ, ἀλλὰ μὴν περὶ ὧν γε γιγνώσκειν, περὶ τούτων ἀνάγκη καὶ φρονεῖν, περὶ δ ὧν φρονεῖν, καὶ λέγειν, δέδωκας περὶ ὧν τις ποιεῖ, περὶ τούτων χρῆναι καὶ λέγειν. νὴ Δί ἀλλ ἐν εἰδόσιν ἦν τὰ λεγόμενα. τί δῆτ ἂν ἐποίησας, ἢ οὐ κατηγόρησας ἂν εἴ μ ἔλαβες ψευδόμενον, ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθ ὡς οὐ προσήκοντα ᾐτιάσω· καὶ ὡς ἐοίκεν, ἂν μὲν Δημοσθένη, ἢ Μιλτιάδην, ἢ Θεμιστοκλέα, ἢ τὸν ὁμώνυμον ὑποκρίνωμαι, τότε μὲν πολὺ σοῦ κατ αὐτόν σε ἀμείνων εἰμὶ γνῶναι τοὺς ἑκάστῳ προσήκοντας λόγους: οὓς δ ἐμοὶ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν προσήκει ποιεῖσθαι λόγους, τούτους δὲ σὺ καλλίων εἰδέναι· καὶ πῶς ἂν σοὶ παριεὶς εἰδέναι βέλτιον ὀρθῶς ἂν φρονοίην· καὶ μὴν τὸ μὲν ἐκείνων ἦθος εἰκάσαι δεῖ με, τὸ δ ἐμαυτοῦ σαφῶς, οἶμαι, ἐπίσταμαι. καὶ νῦν εἰ μὲν περὶ τῆς Ἀθηνᾶς αὐτῆς ἐχρῆν εἰπεῖν, ἐγὼ βελτίων ἦν σοῦ γνῶναι τοῖς σοῖς λόγοις, ἃ δ ὑπὲρ τῶν λόγων τῶν εἰς τὴν Ἀθηνᾶν σὺ κρείττων ἐμοῦ· καὶ τοὺς μὲν ἄλλους ἐπίστασθαι φῂς αὐτὰ, αὐτὸν δέ με οὐκ ἐᾷς· καὶ σὺ μὲν ἡμῖν ἐπιτιμᾷς, ἐμοὶ δ οὐκ ἐξέσται τοῖς οἱο῀ς εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα· καὶ σὺ μὲν ὢν ἀκροατὴς μετείληφας ῥήτορος σχῆμα, τὸν δὲ ῥήτορα ἀξιοῖς ἡσυχίαν ἄγειν εἰς τὰ οἰκεῖα, καὶ ὑπὲρ μὲν ἄλλων λέγειν, ὑπὲρ δ ἑαυτοῦ σιγᾶν· τί δῆτ ἂν, εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼν ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν, ἢ τὸ μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷ ἂν τὰ ἡμέτερα εἰή κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου, ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION