호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑτέρων δ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δ οὐδ ἂν μάντις οὐδεὶς πείσαι. ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι· οὐκοῦν ὁπότ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν· ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω: τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ἔχει λόγον ταῦτα συγχωρεῖν· ποῦ γὰρ ἔτι καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθ ἡμέραν ἑκάστην ἐπιδιδόασιν· οὐκοῦν ἢ ἅμα τ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα· εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι: εἰ δ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον. ὥστ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기