- 텍스트

Aristides, Aelius, Orationes, Αἰγύπτιος? 12:

(아리스티데스, 아일리오스, 연설, Αἰγύπτιος 12:)

νῦν δ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὡρ῀αι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται. εἰκότως: κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ, ὥστ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθ ἧττον ἂν εἰά πληροῦσθαι νῦν: εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλ οὔθ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι: οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα. ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ λέγω πάντα, ἐπεί τοι τινά γ ἔσθ ἃ καὶ μείζω παρέλιπεν:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION