- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Καπίτωνα? 7:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Καπίτωνα 7:)

καὶ ὅπως αὖ μή με φήσεις πικρότερα τοῦ δέοντος λέγειν. οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλ ἔδει δέχεσθαι τὴν πρόκλησιν. αὕτη δὲ τίς ἦν· τολμᾶν ἀκροᾶσθαι, ὥσπερ ἐν δικαστηρίῳ ἴσους καὶ κοινοὺς ἀμφοῖν. ἀλλὰ γὰρ ὀρθῶς ἐγὼ περὶ τούτων, ὡς ἐοίκε, προεωρώμην καὶ προὔλεγον ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται, οὐ μόνον οὐ τιμήσει τὰ πρέποντα, ἀλλ οὐδὲ εἴσεται τοῦ πράγματος οὐδέν. διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. οὐδὲ γὰρ, ὦ ἄριστε ἀνδρῶν, οἱ δικασταὶ τοῦτον τὸν τρόπον κρίνουσι καὶ προοιμίου τινὸς ἢ διηγήσεως ἀκούσαντες ἀπαλλάττονται, οὐδὲ αὖ ταῦτα παρέντες πρὸς μέρος τι τῶν εἰκότων συνῆλθον, ἢ ὅσον μιᾶς τινος μαρτυρίας ἀκοῦσαι ἢ τῆς ἐπανόδου τῶν εἰρημένων, ἀλλ ἀκούσαντες ἀπ ἀρχῆς εἰς τέλος οὕτω τὴν ψῆφον φέρουσι: καὶ τοῦτο κἀκείνοις οἶμαι λυσιτελεῖ. πρὸς τῶν θεῶν τῶν ὁρκίων οὐδέ γε ὑμεῖς ὅταν ποιῆτε Ὀλύμπια, οὐχ οὕτως ἀγωνοθετεῖτε, τοῦ μὲν ἅπαντα ἀκούσαντες τῶν ἀγωνιστῶν, τοῦ δὲ ὅσον εἰσόδιον, ἢ τῶν μὲν ἐν μέσῳ τι, ἢ τῶν ἐν τέλει. πρὸς οὖν τί τοῦτο λέγω· ὅτι μικρῷ τινι τοῦ λόγου μέρει προστυχὼν ἀπὸ τούτου τὸ πᾶν ἔκρινας, προοιμίου δὲ οὐκ ἤκουσας οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν μηδὲν ἐλάττονος ἀξίαν νομίσαι τοῦ παντὸς ἀγῶνος, ὡς περὶ μέρους εἰπεῖν. τὸ γὰρ ἦθος ὅλον ἐνταῦθα ἂν μᾶλλον. ἐν αὐτοῖς γὰρ ἔγνως ὡς ἐπαινέσοντες πλέον τὸν ἄνδρα ἢ καθαιρήσοντες εἰσῄειμεν. οὕτω πᾶσαν αἰδῶ καὶ τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς αὑτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκοίη μᾶλλον αὑτοῦ φείσασθαι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION