호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ φιλοσοφίᾳ γέ μοι καὶ αἰσχρὸν καὶ μετῆν ὥσπερ ἂν ἄλλῳ τῳ τοιούτῳ. οἶμαι δὲ κἀγὼ συγγενέσθαι τῶν ἐπ’ ἐμαυτοῦ φιλοσοφησάντων τοῖσ ἀρίστοισ καὶ τελεωτάτοισ, καὶ οὐ πολλῶν ἡττᾶσθαι ταύτῃ θνητῶν, καὶ ἐν τροφέων μοίρᾳ γεγόνασί μοι. ὥστε τοῖσ οἴκοι πολεμοίην ἂν μᾶλλον ἢ τοῖσ φιλοσόφοισ. ἀλλὰ μὴ τοῦτο τοιοῦτον ᾖ, ἀλλ’ ἔχει τινὰ καὶ χάριν ἡμῖν ἡ φιλοσοφία· ἐπεὶ καὶ ῥητορικῇ χαίρειν ἂν φαίην εἴπερ τισ ἀνθρώπων καὶ ἐμοί τι μέτεστιν ἴσωσ τοῦ πολέμου. ἀλλ’ οὐ διὰ τοῦτο τοὺσ ὑβρίζοντασ εἰσ αὐτὴν ἐπαινεῖν οἰόμαι δεῖν, ἀρχὴν δὲ οὐδὲ καλῶ ῥήτορασ· ἀλλ’ ὅσῳ μᾶλλον οὐδὲ τὴν ῥητορικὴν θαυμάζω τε καὶ ἀσπάζομαι, τοσούτῳ μᾶλλον τοῖσ ἀναξίωσ αὐτῆσ ταύτησ καταψευδομένοισ ἄχθομαι, καὶ ὑπὲρ αὐτῆσ τῆσ ῥητορικῆσ ἥδιστ’ ἂν ἀμυνοίμην καὶ πειρῴμην εἰσ ὅσον οἱο͂́σ τ’ εἰήν δεικνύναι πάντα μᾶλλον ἀκούειν δικαίουσ ἢ τοῦτο. ἀλλ’ οὐ πρὸσ Μιλτιάδην γε καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ Κίμωνα ταύτην ἔχω τὴν γνώμην. πρὸσ γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντασ δεῖ τούτουσ χαίρειν ἐᾶσαι, εἰ δή τι μέτεστιν αὐτοῖσ τούτου, οἶμαι δὲ οὐδὲν ταῦτα μικρόν. ἡμεῖσ δὲ γνωρίζωμεν ἡμᾶσ αὐτοὺσ καὶ μὴ φυρώμεθα ὥσπερ ἐν ἡμερομαχίᾳ, μηδὲ τοῦτό γε ἓν, κακὸν Ἑλληνικὸν μιμώμεθα, στασιάζοντεσ περὶ τῆσ ἡγεμονίασ, ἀλλ’ ἐπιχωρήσαντεσ τῷ θεῷ τὴν κρίσιν παρέχωμεν ἡμᾶσ αὐτοὺσ ἐν τῷ τεταγμένῳ καὶ γιγνώμεθα τοιοῦτοι περὶ τοὺσ πρότερον οἱούσπερ ἂν αὖ τοὺσ ὕστερον εἶναι περὶ ἡμᾶσ βουλοίμεθα. αἰσχρὸν γὰρ, ὥσ γ’ ἔφη Δημοσθένησ, οὓσ οὐδ’ ἂν τῶν ἐχθρῶν καὶ τῶν πολεμίων οὐδεὶσ ἂν ἀποστερήσειε τῶν εὐφημιῶν, τούτουσ ὑφ’ ἡμῶν, ὅτι προσήκομεν αὐτοῖσ, μὴ τῆσ γιγνομένησ αἰδοῦσ καὶ φιλανθρωπίασ τυγχάνειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기