호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστ οὐδὲν ὠφελοῦνται τοσοῦτον ὄσον βλάπτονται. καὶ μὴν σύ γ ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλ ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γ ἐνίων ἀκούειν, οὐδ ἂν κατ ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα: ἡμεῖς δ ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν, εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα: οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς. καὶ μὴν οὐδ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τιν εὑρ´οντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν, ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθ ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατ ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτ ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γ ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδ ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기