- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 176:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 176:)

ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλ ἐπιστῆμαι περὶ τὴν τοῦ σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται κατ ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτ ἐστὶ τὰ κάλλιστα, ἀλλ ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφ ἅπασι λόγον, τὸ δ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι, χρῶμαι δ αὐτοῦ Πλάτωνος τῷ παραδείγματι: καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δ αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν. ἀλλ ἵνα μὴ πάντα ἀκριβολογεῖσθαι δοκῶ, συγχωρήσωμεν τὸ αὐτὸ λέγειν αὐτὸν ἀεὶ, κρεῖττον τὴν σοφιστικὴν εἶναι. σκεψώμεθα δὴ πρὸς τί ποθ ἡμᾶς οὗτος ὁ λόγος προάγει. φανήσεται γὰρ ἐνταῦθα δὴ καὶ καθαρῶς πᾶσα ἡ ὕβρις, εἰ οἱό῀ν τε εἰπεῖν. οὐκοῦν σοφισταὶ μὲν Πρωταγόρας καὶ Ἱππίας καὶ Πρόδικος καὶ οἱ περὶ τούτους, ῥήτορες δ αὖ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς καὶ Θεμιστοκλῆς. φαίνεται δ αὖ τοὺς σοφιστὰς κατὰ τοὺς ἐν Αἵδου κολαζομένους τιθεὶς καὶ καταλέγων, Καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μετ εἰσενόησα τοῖς ἐκ Νεκυίας αὐτοὺς κόσμοις τιμῶν, Πρόδικον μὲν ὡς Τάνταλον ὄντα, Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους. Πρωταγόρας δ αὖ μετὰ τούτων διαιτᾶται, μέρος τι τῆς οἰκίας κατειληφὼς καὶ τούτοις ἐνδείκνυσθαι βούλεται, καὶ ἔστι θαυμαστὸς καὶ οὗτος τὴν φρόνησιν. ἐρωτᾷ δὲ Σωκράτης Ἀπολλόδωρον εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας. καὶ τί ἄν τις ἀγωνίζοιτο· ῥᾴδιον γὰρ καὶ τῷ τυχόντι γνῶναι τοῦτό γε, ὁπόσον τι Πλάτων ἀεὶ τῶν σοφιστῶν καταγελᾷ καὶ ὁπόσου τινὸς ἀξίους αὐτοὺς ἡγεῖται. ὅτε τοίνυν κρείττων μὲν ἡ σοφιστικὴ τῆς ῥητορικῆς, σοφισταὶ δὲ οὓς εἶπον οὗτοί εἰσι κατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION