호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἓν μὲν ὅτι οὐ κατ ἀνάγκην, ἀλλ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. καίτοι ἔγωγ ᾤμην οὐ πάνυ ταῦτ ἀλλήλων κεχωρίσθαι, ἀλλ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ βαδίζειν, οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἱό῀ν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης. φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλ ὅ γ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερ ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες· εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기