- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 146:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 146:)

ἀλλ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν, αὐτὸν δ ὠφελεῖν οὐκ εἶχε, καὶ ταῦτα τὸν περὶ τῆς ψυχῆς τρέχων, ὃν χρῆν, εἰ καὶ ἐν τοῖς Τρωσὶν ἐκρίνετο, συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι. ὁ δὲ τῶν φίλων καὶ τῶν συμμάχων καὶ ὧν εὐεργέτης ἦν χαλεπωτέρων ἢ τῶν πολεμίων ἀπῄει τυχὼν, καὶ πάσας τὰς ἄλλας εὑρίσκων μηχανὰς μίαν οὐχ εὑρ῀εν ὅπως σωθήσεται. ἀλλ ἐπειδὴ κατεψηφίσαντο ἀδικεῖν αὐτοῦ, οὐ ταυτὸν τοῖς Ἀθηναίοις ἐποίησαν: οὐ γὰρ χρημάτων ἐτίμησαν οὐδὲ φυγῆς οὐδ ὅσον δέκα ἔτη μετέστησαν, ἀλλ ἄρδην ἀπέκτειναν. οὕτω μέχρι μὲν τοῦ μὴ κατὰ νοῦν ἀγωνίζεσθαι καὶ τοῦ τῶν συκοφαντῶν ἔλαττον ἔχειν κοινωνεῖ τῷ Παλαμήδει τῆς τύχης ἡμῖν ἡ τοῦ Περικλέους φατρία, τὰ δ ἐφεξῆς καὶ διαφέρει, καὶ οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται καὶ οἱ ῥήτορες αὖ τῶν ῥητόρων πρᾳότερον ἐπταικότες, καὶ ταύτῃ γε σοφώτεροι τοῦ Παλαμήδους ὄντες, τοσοῦτον, εἰ μή τι ἄλλο, πεῖσαι δυνηθέντες, ὡς οὐ θανάτου γ ἄξιοι τοῖς Ἀθηναίοις εἰε῀ν, οὐχ ὥσπερ ἐκεῖνος οὐδ εἰς τὸ τίμημα χρήσιμος οὐδὲν ἦν αὑτῷ. ἀλλ οἶμαι καὶ Παλαμήδει καὶ Μιλτιάδῃ καὶ Περικλεῖ καὶ πᾶσιν ἀνθρώποις μέτεστι τῆς κοινῆς ἀπολογίας ἣν αὐτὸς Πλάτων ἐνδίδωσιν, ἧς ἀρτίως ἐμνήσθην, ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα, ἐπεὶ καὶ ὃ προσδιωρθώσατο καὶ προσέθηκε πρὸς τῷ θεῷ καὶ τῇ τύχῃ καὶ τὴν τέχνην τρίτον ὡρίσατο, εὖ φρονῶν. "ἡμερώτερον μέντοι τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τὴν τέχνην. ἄριστά γε καὶ θειότατα, ὦ Πλάτων, ὡς ἀληθῶς. εἰ τοίνυν καὶ τῇ τάξει καὶ τῇ δυνάμει τρίτον ἡ τέχνη, πῶς ἀποχρῶν ἂν εἰή καθάπαξ·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION