호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους. ἆρ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν· ἀλλ ὅμως τοιαῦτά φησι τἀνθρώπεια - τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι - ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφ ὧν οὐδεπώποτ ἐσφάλη, ἄγων δ αὐτὰς ὅποι βούλοιτ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἰάς νὴ Δί ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφ οὗ τοῦτ εἴρητο οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἠε῀ν ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ: καὶ οὗτος τοιαῦθ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής: τὴν δ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἁρ´ματος ἐκβαλεῖν. τί τοῦτο λέγων· τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γ ἕτερος νὴ Δία Αἰάς, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἑρ´κος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἰή λέγειν, καίτοι δόρυ γ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ, καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γ εἰκότος νικῶντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기