호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶμαι δ οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ ἡ παροιμία βούλεται δηλοῦν ἢ περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα: εἰ δ ἐπ ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν ὁ θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστ ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων: οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδ ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δ ἔτι καὶ νῦν ἡ τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἱο῀ν ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ μὲν ἁρ´ματα ἵστη τρέχοντα, Ὀλυμπίασι δ ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλ οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτ ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετ ἀληθείας τοῦτ ἐκεῖνος ὕμνησεν: ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, ὦ Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδ Αἰσχύλος εἶχε λέξαι τι. ἆρ οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους· αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλ Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι· οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς, ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἁρ´ματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλ ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπ ὀρνίθων τῶν ἵππων ὀχούμενος:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기