호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν οὐχ ὅσον δύο ἀνθ ἑνός ἐστιν, ἀλλ ὅτι καὶ τὸ πλῆθος ἑκάστου τοῦ χρόνου οὐκ ἴσον οὐδ ἐγγὺς, ἀλλὰ καὶ τὸ τῆς εὐδοξίας θαυμαστὸν ὅσον κρατεῖ. ὥστε καὶ τὸ μέσον τοῦ χρόνου τοῦ παντὸς οὐκ εἰς συμφορὰν ἔρχεται, ἀλλ ἐπὶ λαμπρᾶς τῆς τιμῆς ἐστιν αὐτῷ. τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο, τὸ δὲ πρωτεῖον ἀναμφισβήτητον ἦν κατὰ παντὸς τοῦ χρόνου. ὥστ εἰ καὶ τὴν γνώμην ἀφέντας τὴν τύχην ἐξετάζειν δεῖ, τοσοῦτον τῆς ἀγαθῆς τύχης αὐτῷ περίεστι. καὶ μὴν τὸ μὲν ὀργῇ συνέβη, τὸ δ ἐκ τῆς δικαιοτάτης κρίσεως ὑπῆρχεν αὐτῷ, καὶ τὸ μὲν ἐξ ὀλίγων, τὸ δ ἐξ ἁπάντων ὁμοίως. πῶς οὖν ταῦτ ἐκείνοις ἴσα· καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἰέσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλ εἶναί τινας, οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο. οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἐοίκε, καὶ τοὺς ὀλίγους καλῶς ηὔχει, ὥστ εἰ μὲν τοῖς πολλοῖς δεῖ τίθεσθαι μάρτυσιν, ὁ δῆμος ὁ τιμῶν αὐτὸν ἦν, εἰ δὲ τοῖς βελτίστοις, ἀφείθη τό γε τούτων μέρος. εἰ δὲ μὴ πάντας ἐφεξῆς ἐπαίδευσε μηδὲ πάντας ὁμοίους ἀπέδειξεν, ἀλλ εἰσὶν οἳ καὶ ἐξέφυγον τὴν ἐκείνου βούλησίν τε καὶ δύναμιν, τί θαυμαστὸν, ἢ πῶς ἄν τις νεμεσῴη δικαίως· οὔτοι πάντας γε οὐδ ὁ Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ, ἀλλὰ κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου, κατηγοροῦσι δὲ Ἀλκιβιάδου τοῦ Κλεινίου τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτη. ἆρ οὖν τούτου γε ἕνεκα ἠδίκει Σωκράτης, ἢ διὰ τὴν ἐκείνου κακίαν κακὸς αὐτὸς ἦν· ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλ ἠδίκουν ἐκεῖνοι μὴ παρέχοντες αὑτοὺς ὁμοίους Σωκράτει μηδὲ τοῖς ἐκείνου πειθόμενοι λόγοις. εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο ἡμάρτανον, Σωκράτους τὸ ἔγκλημα, εἰ δ ἐν οἷς ἠπείθουν, ἐκείνων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기