호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην. καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα: Μιλτιάδης δ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἑώς μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτ ἐλάττῳ παρ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο: καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι πρῶτος ἦν. ἐπεὶ δ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기