호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου μοχθηρίᾳ κατ ἐκείνου χρώμενοι. ὥστε τοῦτό γε οὐ κατ αὐτῶν, ἀλλ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλ ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα· οὐ λέγω ταῦτα. ἀλλ οὐδ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτ αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γ ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γ αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδ ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτ ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἁμαρτανόντων ἀδικήσομεν· οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기