호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸν ὄντα αὐτῷ παραγίγνεται καὶ δι ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καί σοι μάτην, ὡς ἐοίκε, τὰ πολλὰ ἐκεῖνα εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδ ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχισα ἐντειλαμένου, πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν· εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ· νὴ Δί ἀλλ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γ ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθ ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἱού μηδ ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε. κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기