- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 115:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 115:)

συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο· καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι δι ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι· τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον· τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε· τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας· τί βέλτιον ἢ τῶν κατ αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω· τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους· εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν· εἰε῀ν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δ ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν· εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία· τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν ἐπεδείξατο ὁ τύραννος, ἀφ οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτ οὖν ὁ πρεσβύτερος λέγω εἴθ ὁ νεώτερος· καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς· ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δ οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλ ἐκεῖνο ἥδιστ ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον· τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθ ὡς ἐδόκει τῷ συμβούλῳ πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION