- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 106:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 106:)

οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδ ἐλάττω εἰπεῖν ἂν τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. σκεψώμεθα δὴ ποῖ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής: ἐπεὶ δ ἅμα τ ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθ ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο, ταῦθ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν· καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλ ἀντὶ τούτου ταῦτ ἐβουλεύσατο· καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἰή καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν· ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτ ἂν εἰκότως καθ ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἑώς ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος: ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION