호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι ὅτε ἡ Σαλαμὶσ τοῦτ’ ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλησ γέ τινοσ χώρασ Σαλαμὶσ τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλ’ ὁ θεὸσ τὴν ναυμαχίαν θείαν δι’ ἐκείνησ προσεῖπε· Πλάτων δὲ, ὡσ ἐοίκεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶσ ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηροσ δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰσ ναῦσ. εἰ γὰρ ὁ μὲν Ζεὺσ ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰσ ναῦσ, ὁ δ’ Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆσ πρὸσ ταῦτα ἡρ́μοστο κἀν τοῖσ παροῦσι μόνοσ ταὐτὰ τοῖσ θεοῖσ ἐγίγνωσκε, πῶσ οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλ’ οὐ Πλάτων οὕτωσ, ἀλλ’ ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ καὶ τοῖσ καπήλοισ εἰκάζει πᾶσι. πῶσ ἄν τισ μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο; φέρε δὴ κἀκεῖνο σκεψώμεθα, εἰ ὥσπερ τινὲσ ἤδη λέγονται τῶν ἡρώων ἐν θεοῖσ δικασταῖσ κριθῆναι, οὕτω καὶ Θεμιστοκλῆσ περὶ ὧν συνεβούλευσεν ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, ποτέραν ἂν ἤνεγκε τὴν ψῆφον ὁ θεὸσ περὶ αὐτοῦ. πότερον τὴν καταγιγνώσκουσαν; ἀλλ’ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντοσ καταψηφίζεσθαι. ὅπου γὰρ καὶ τὸν Ὀρέστην ἀφεθῆναι λόγοσ ἐν τοῖσ ἄλλοισ θεοῖσ κρινόμενον εἰσ τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα, ἦ που τόν γε παρ’ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα ὑπὲρ ὧν μετ’ ἐκείνου κατέπραξεν οὐδεὶσ λόγοσ ἦν ἁλῶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기