- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 94:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 94:)

ταῦτα ἐδίδασκε Θεμιστοκλῆς, καὶ τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν: διὰ ταῦτα κενὴν ἀνθρώπων ἠξίωσε τὴν χώραν πρότερον ποιῆσαι ἢ ληφθέντα τινα ἐν αὐτῇ δουλεῦσαι. τούτων οὐ γεγόνασι λογισμοὶ καλλίους οὐδὲ πράγματα ἐντιμότερα, οὐδὲ μᾶλλον ὁμοῦ σύνεσιν καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν ἔχοντα: ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν. ἀπελθόντων γὰρ τῶν βαρβάρων, εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω καὶ συνῴκιζε κατὰ τὰ πρότερα, καὶ μείζω γε τὸν περίβολον, ὥς φασιν οἱ ἐξηγηταὶ, ἐξήγαγε πανταχῆ, τειχίσαι τε δεῆσαν μόνος ἐξ ἁπάντων εὑρ῀εν ὅπως δυνήσονται. πῶς οὖν αὐτοὺς φεύγειν εἴθισεν, ἢ κατὰ ποίαν τύχην, ὅς γε ἐν μὲν τοῖς ἐσχάτοις κινδύνοις ὄντας αὐτοὺς διώκειν, οὐ φεύγειν εἴθισε, νικήσαντας δὲ καὶ τὰ μέγιστα εὖ πράττοντας καὶ παρὸν ἥντινα βούλονται χώραν καὶ πόλιν αὐτοὺς λαβεῖν, εἰς τἀρχαῖα ἐπανῆγε, καὶ οὐκ εἰά τῶν ὑπαρχόντων ἀμνημονεῖν· πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθ οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ μοχθηρὲ μελαγχολᾷς, εἶπες δ ἂν οὑτωσί πως, ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδ ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατ ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλ οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION