호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἂν τότε γ’ αὐτοὺσ οὐδ’ Ὀρφεὺσ ὡσ ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν ἅ γ’ ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖσ Ἕλλησι πολιτευόμενοσ, καὶ ὅσασ καὶ οἱάσ ἀφῆκε φωνὰσ ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσουσ τινὰσ ἄθλουσ διήνεγκε καὶ πράγμασιν οἱοίσ συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆσ αὖθισ αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενοσ, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατ’ ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡσ ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δ’ ὕστεροσ ἦν τοῖσ ἀμοιβαίοισ, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸσ Εὐρυβιάδην καὶ μυρί’ ἕτερα ἀπέραντον ἂν εἰή λέγειν. ὡσ δ’ ἀντέλεγε μὲν οὐδεὶσ αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλ’ ἐξεχέοντο ὑπὸ τοῦ δέουσ οἱ λόγοι καὶ ὁ δρασμὸσ ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆσ δουλείασ, ἀλλ’ ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλουσ κακοὺσ δόξαι τοῖσ βαρβάροισ ἢ δούλουσ γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντασ ἰατροὺσ πρὸσ ἀνάγκην καὶ πρὸσ ἀηδίαν σώζοντασ ἐπάγει τοὺσ βαρβάρουσ αὐτοῖσ, ἀμφοτέρουσ ἐξαπατήσασ, τοὺσ μὲν ὡσ κατ’ εὔνοιαν καλῶν, τοὺσ δ’ ὡσ οὐδὲν εἰδὼσ τοῦ πράγματοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기