호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε μὲν γὰρ πρῶτοσ ἦν ἐν πρώτοισ. εἰ δ’ αὖ βούλει κἀνταῦθα τὸ τῆσ ὁδοῦ πάρεργον, ὃ πρὸσ τοὺσ Ιὤνασ ἐπολιτεύσατο, οὐκ ἀπὸ τοῦ βήματοσ, οὐδ’ ὁρώμενοσ αὐτοῖσ, ἀλλ’ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων, οἷσ ἤλπιζεν αὐτοὺσ προσμίξειν, ποῖοσ Μίνωσ Ὁμηρικὸσ ταῦτα μέμψαιτ’ ἂν, ἢ τίσ Αἰακὸσ ἄρασ τὰσ χεῖρασ ὑπὲρ τῶν Ἑλλήνων τῷ Διί; ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο ὡσ αἱ τριήρεισ τὸ πᾶν ἔφερον, τὰ δ’ ἄλλα μάταιον καὶ προσδοκᾶν ἦν. ἀναχωρησάντων γὰρ ἀπ’ Ἀρτεμισίου τῶν Ἑλλήνων Ἀθηναῖοι μὲν καὶ οὕτωσ αὐτοί τε παρεσκευάζοντο καὶ τοὺσ ἄλλουσ ἐκέλευον ἀπαντᾶν εἰσ τὴν Βοιωτίαν καὶ προκινδυνεύειν τῆσ λοιπῆσ Ἑλλάδοσ· οἱ δ’ εἰσ τοῦτο κατέστησαν τῆσ ἀπορίασ, οὐ γὰρ ἄξιον λέγειν προδοσίαν, ὥστ’ ἐξιέναι μὲν οὐκ ἐθάρρουν, διαλαβόντεσ δὲ τὸν Ἰσθμὸν ἐτείχιζον, ἐκ θαλάττησ εἰσ θάλατταν, παραπλήσιον δρῶντεσ ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶσ αὐτοὺσ παρεδίδοσαν. ὅπου γὰρ ἐξῆν τοῖσ βαρβάροισ περιπλεύσασι κατὰ πόλεισ ἑλεῖν αὐτοὺσ, τί πλέον τοῦ τείχουσ ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη καὶ πάσησ κρεῖττον μηχανῆσ; οὐκοῦν τῶν μὲν Ἀθηναίων μονωθέντων, τῶν δ’ Ἑλλήνων ἀνόνητα πονούντων, λοιπὸν ἦν ἅπαντα ἔχεσθαι σιωπῇ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ἃ Θεμιστοκλῆσ πόρρωθεν προορώμενοσ οὐκ ἐξεπλάγη τότε, ἀλλ’ εἰσχεομένων ἀμφοτέρωθεν ἤδη τῶν βαρβάρων, καὶ τῶν τε νεῶν κοινῷ στόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντοσ, καὶ τοῦ πυρὸσ πάντα ἐπιφλέγοντοσ καὶ δηλοῦντοσ ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ, Ἀθηνῶν μεδεούσῃ παῖδασ δὲ καὶ γυναῖκασ εἰσ Τροιζῆνα ὑπεκθέσθαι, τοὺσ δὲ πρεσβύτασ εἰσ Σαλαμῖνα, τοὺσ δ’ ἄλλουσ ἐμβάντασ εἰσ τὰσ τριήρεισ ὑπὲρ τῆσ ἐλευθερίασ ἀγωνίζεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기