- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 57:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 57:)

καὶ τοσούτῳ γέ μοι δοκοῦσι τὸν Σόλωνα παρελθεῖν τὸν ἀρχηγέτην ὥσθ ὁ μὲν ἐν τῇ Σαλαμῖνι σπαρεὶς φυλάττειν τὴν νῆσον Ἀθηναίοις δοκεῖ, οἱ δὲ ὑπὲρ ἧς ἐτάχθησαν πεσόντες διετήρησαν ἅπασαν τὴν Ἀττικὴν, μᾶλλον δὲ καὶ τὴν ἄλλην Ἑλλάδα πᾶσαν, οὐ μόνον οἷς αὐτοὶ παρέσχοντο οὐδ οἷς ἐκώλυσαν τοὺς ἐπελθόντας, ἀλλ ὅτι καὶ τοῖς ὕστερον κατέδειξαν ὁποίους τινὰς εἶναι δεῖ καιρῶν ὁμοίων ἐπιστάντων. ἀλλὰ μὴν ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χαμᾶζε ἔπεσε τὸ κέρδος, ἀλλ ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυτῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων, πόσον τι τοῖς γε ζῶσι καὶ κρατήσασι περιεγένετο· οἶμαι δ ἔγωγε καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα καὶ τοὺς ἐπὶ τὴν μάχην ἀπαντήσαντας καὶ συστρατηγήσαντας Μιλτιάδῃ μάρτυρας ἀξιόχρεως τῆς ἀνδρείας τῆς ἐκείνου πρὸς ἅπαντας ἀνθρώπους εἶναι καὶ φέρειν οὐκ ἐλάττω τοῦτο Μιλτιάδῃ φιλοτιμίαν εἰς ἅπασαν τὴν πολιτείαν ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ᾀσμάτων αὐτῷ. καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION