호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν ἀκοῦσαι: εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ τοὺς κωμήτας γυμνοὺς ἀθρόους, κεἰ κριμνώδη κατανίφοι. εἶθ ὑπὲρ τῆς μουσικῆς ἐρεῖ τῆς τότε ὁποία τις ἦν, ὡς οὐ τὸ παναρμόνιον οὐδὲ τὸ πρὸς ἡδονὴν αὐτῆς ἐτιμᾶτο, ἀλλὰ ἢ Παλλάδα περσέπολιν δεινὰν, ἢ τηλέπορόν τι βόαμα ἐρεῖν ἔδει ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ ἢ κάμψειέν τινα καμπὴν, ἐπετρίβετο τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων ἐν παιδοτρίβου δὲ καθίζοντας καὶ τἄλλα δὴ καθ ἕκαστον διεξελθὼν τελευτῶν ἐπιθήσει πρός τινας τῶν δυσχεραινόντων ἀλλ οὖν τάδ ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡμὴ παίδευσις ἔθρεψε. τοιαῦτ ἄττα ὁ Μιλτιάδης ἀποκρινεῖται, οὔτ ἄλλως φαῦλα ἐμοὶ δοκεῖν οὔτε που ψευδῆ, ἀλλ αὐτῷ τε προσήκοντα ταῦτα παιδεῦσαι προστάτῃ κατ ἐκείνους τοὺς χρόνους ὄντι καὶ τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις ἥκειν ἐπὶ τὴν μάχην. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν ἄνδρας γενέσθαι κοσμίους καὶ ἀνδρείους καὶ τῶν δεινῶν κρείττονας, ἐν ῥαθυμίᾳ τραφέντας ἐξ ἀρχῆς καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένους, ἀλλ ἔδει καὶ τροφῇ χρηστῇ καὶ λόγοις ἐπιεικέσι καὶ ἔθεσι μετρίοις καὶ δόξαις ταῖς βελτίσταις πόρρωθεν κατειλῆφθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기