- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 36:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 36:)

εἰ γὰρ τὰ μάλισθ ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντ ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτ Ἀθηναίους Περικλῆς οὔτ Ἀθηναῖοι Περικλέα. πόθεν· ἀλλ ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δ ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθ ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδ ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς· οὐκ ἄρ εὖ φρονεῖν δόξομεν. ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἱο῀ν ἀπεύξαιτ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ, ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτ ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν μύθων τε ῥητῆρ ἔμεναι πρηκτῆρά τε ἔργων, εἰ δὴ καὶ Κίμων ἔσται μεθ ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION