호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
[Πλάτωνα. ] μέγιστον δὲ κἀκεῖνο σημεῖον τῆς Περικλέους ὀρθότητος ἄνευ τῶν εἰρημένων, καὶ ὡς οὐκ ἐκεῖνος ἦν ὁ διαφθείρας οὐδ ἐθίσας Ἀθηναίους φιλαργύρους εἶναι, οὐδ ἐκ παντὸς τρόπου τὸ πλέον ζητεῖν ἔχειν. οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν, ἀλλὰ καὶ ταύτης τῆς ἀμετρίας, ὦ φίλε Σώκρατες, εἰ ζητοίης τὸν αἴτιον, τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ. ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν, οὔτε σοὶ πειθόμενος οὐδὲν οὔτε τὸν Περικλέα μιμούμενος. ἀλλ οὐ Περικλῆς τοιοῦτος οὔτ ἐνταῦθα οὔτε ἄλλοθι, ἀλλ οὕτω σφόδρα πόρρω τῆς πλεονεξίας ἦν καὶ τοῦ συμβουλεύειν Ἀθηναίοις τὰ μὴ προσήκοντα πράγμαθ αὑτοῖς προστίθεσθαι ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς Πελοποννησίων καὶ ἔχοντας Μέγαρα, Νίσαιαν καὶ Τροιζῆνα καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔπεισε ταῦτα ἀποδόντας εἰρήνην συνθέσθαι, τοσούτου ἔδει προσδιδάσκειν πλέον ἀεί τι τῶν ὑπαρχόντων αὐτοὺς ἔχειν. ὥστ ἔγωγε νομίζω πρὸς ταῦθ ὁρῶν καὶ τούτοις τεκμαιρόμενος, εἰ ἐπεβίω Περικλῆς καὶ μὴ πρότερον ᾤχετο ἀπιὼν, οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλ ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι καὶ Πύλον, οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι, ἀλλ εὐθὺς ἐλευθέρως ἂν ταῦτ ἀποδόντας ποιῆσαι τοῖς Ἕλλησι κοινὴν εἰρήνην. οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν, ἀλλὰ τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι: ἀρχὴν δ ἐκεῖνός γε οὐδ ἠξίου γίγνεσθαι πόλεμον, ἀλλὰ δίκῃ διαλύεσθαι περὶ τῶν διαφόρων. οὕτω καὶ πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι καὶ παρὸν εἰρήνην ἄγειν οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο: οὐδὲ τοῦ πλείονος αὐτοὺς ἔχεσθαι συνείθιζεν, ἀλλὰ τοῦ προσήκοντος. καίτοι ταῦτά ἐστιν ἀνδρείας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα, ἀλλ οὐχ ὧν Πλάτων ἀνέθηκεν αὐτῷ. οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἢν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβολον τὴν ἐπωνυμίαν ποιούμεθα - οὐ γὰρ αὐτοί γέ που τάττοντι παρῆμεν αὐτῷ τοὺς φόρους - τῆς δὲ Περικλέους ἀρετῆς τε καὶ φύσεως οὐ ποιησόμεθα τὴν ἐπωνυμίαν σύμβολον, ἣν οὐκ ἀφ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기