호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δ ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ δι ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλ ἀεὶ μακρότερ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι. ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθ ὑπ αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν: εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατ αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς ἰδίοις, ἀλλὰ κἀν τοῖς κοινοῖς. ὅσον τε γὰρ χρόνον ἐν τῇ εἰρήνῃ προὔστη, μετρίως ἐξηγεῖτο, φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς - τοῦτο δ ἐστὶν ἐναντίον τοῦ βιαίως καὶ πλεονεκτικῶς, ὧν σὺ κατηγορεῖς - ἐπειδή τε ὁ πόλεμος συνέστη, μόνος ᾔδει τί πράττουσιν ὑπάρχει σωθῆναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기