호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου. καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν, εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν· εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος συνέβαινεν εἶναι τὸν λόγον, οὐδ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας, ἀλλ ἐπ ἐμαυτοῦ δεικνύναι τἀληθὲς ὅπως ἔχει: ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων ἐξέτασις πρόκειται, ποῖοί τινες ἦσαν καὶ τίνα τάξιν τῆς πολιτείας προείλοντο, δεῖ δή τινος, ὦ Πλάτων, καὶ μάρτυρος, ὦ τῶν μαρτύρων ὑπερορῶν, αὐτὸς δ οὐδέποτ ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενί. τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω, πολλοὺς ἂν ἔχων εἰπεῖν, ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου: ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει καὶ σεμνότητι, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων ἀκριβείᾳ πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ. φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ καὶ ποῖόν τινά φησι γενέσθαι τοὺς τρόπους αὐτὸν, καὶ πῶς ἄγειν τὸν δῆμον· ἡ γὰρ ἐκείνου φωνὴ γένοιτ ἂν ἡμῖν ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν. "ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ὡς ἀσφαλῶς διεφύλαξεν αὐτὴν, καὶ ἐγένετο ἐπ αὐτοῦ μεγίστη: "ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. "ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας: "καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ εἰς τὸν πόλεμον. "ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι: "οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. "αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλ ἔχων ἐπ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν: "ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기