- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 106:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 106:)

μέγιστον δὲ καὶ τοῦτ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνάμεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευγεν: ἀεὶ δὲ ὀ`ν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύσει, οὕτω καὶ κατ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα: εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται. "Ποσειδῶνος ὑποδμώς. τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν. καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφοκλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν· ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθ ἑαυτὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ· ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμ ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρ ἄριστος.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION