호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα ταῦτ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν: ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰπεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπ εἰρήνης, ἡ δ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πολίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δ ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας ἐάων ὀνομάζουσιν, ἰδίᾳ δ οὕτως μόνον τοῦτον: καὶ ἀκάκητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρ αὐτοῦ δωρεὰ, ἀγαθὰ δ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί. ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기