호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οὐδ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικαστῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος: ἀλλὰ ἑώς ἂν ᾖ τὸ χρῆσθαι καὶ καθ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρότεροι, ἀλλ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρκοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἰή πλουσιώτερος: εἰ δὲ καὶ τεττάρων, ἀλλ οὐ δὶς τοσούτων: εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλ οὐ πάντων τῶν ἐν τῇ πόλει: εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλ οὐ δή που καὶ τῶν ἀστυγειτόνων: εἰ δὲ κἀκείνων, ἀλλ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμήχανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ μέν γε κατ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἰή κρείττων, ὑπὸ δυοῖν γ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. εἰ δ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴδιον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. ἔφη Ὅμηρος, τὴν κατ ἰσχὺν ὀνομάζων. ἀλλ οὐχὶ λόγους γ ἂν ἀμείνους σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθ ἕκαστον ὑπερφέροντος, οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος ὥσπερ ἐν κάλλει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기